Book 1
8
εἰ ξένος ὢν ἐρῶ σου, μὴ θαυμάσῃς· οὐκ ἔστιν ὀφθαλμοὺς ξενίας ἁλῶναι, καὶ γὰρ κάλλος αὐτῶν ὁμοίως καὶ πῦρ ἀνάπτεται. οὐ μὴν ὁ Βράγχος ἔφευγε τὸν Ἀπόλλωνα ὡς ξένον, οὐδὲ ὁ Πάτροκλος τὸν Ἀχιλλέα, οὐδὲ ὁ Χρύσιππος τὸν Λάιον. ἤρα καὶ Σμερδίου Πολυκράτης ὁ Σάμιος καὶ τοῦ Πέρσου μειρακίου ὁ Ἀγησίλαος, εἰ καὶ τὸ ὄνομα τοῦ μειρακίου ἀγνοῶ· ξένοι καὶ ὄμβροι τῆς γῆς καὶ ποταμοὶ τῆς θαλάσσης καὶ ὁ Ἀσκληπιὸς Ἀθηναίων καὶ ὁ Ζεὺς ἡμῶν καὶ ὁ Νεῖλος Αἰγυπτίων καὶ ὁ Ἥλιος πάντων. ξένη καὶ ἡ ψυχὴ τοῦ σώματος καὶ ἡ ἀηδὼν τοῦ ἔαρος καὶ ἡ χελιδὼν τῆς οἰκίας καὶ ὁ Γανυμήδης τοῦ οὐρανοῦ καὶ ἡ ἀλκυὼν τῆς πέτρας καὶ ὁ ἐλέφας Ῥωμαίων καὶ ὁ ὄρνις ὁ φοῖνιξ τῶν Ἰνδῶν τῶν μυρεψικῶν· οὗτος μὲν ὁ ξένος καὶ βραδύς, τὸν δὲ πελαργὸν οἱ πρῶτον θεασάμενοι καὶ προσκυνοῦσι. ξένα καὶ τὰ γράμματα, ἐκ Φοινίκης γὰρ ἦλθε, καὶ Σηρῶν ὑφαὶ καὶ μάγων θεολογία, οἷς πᾶσιν ἥδιον χρώμεθα ἢ τοῖς ἐγχωρίοις, ὅτι τῶν μὲν σπάνιον τὸ ἐπίκτητον, τῶν δὲ ὀλίγωρον τὸ οἰκεῖον· ἀμείνων καὶ ἐραστὴς ὁ ξένος, ὅσῳ καὶ ἀνύποπτος τῇ ἀγνωσίᾳ καὶ πρὸς τὸ λαθεῖν ἀφανέστερος.
θ
9
τί παθόντα τὰ ῥόδα, πρὶν μὲν παρὰ σοὶ γενέσθαι, καλὰ ἦν καὶ ῥόδα — οὐ γὰρ ἂν αὐτὰ οὐδὲ ἔπεμψα, εἰ μή τι ἀξιόκτητον εἶχεν — ἐλθόντα δὲ εὐθὺς ἐμαράνθη καὶ ἀπέπνευσε; τὸ μὲν σαφὲς οὐκ οἶδα τῆς αἰτίας, οὐ γάρ μοί τι εἰπεῖν ἠθέλησαν, ὡς δʼ εἰκάσαι ῥᾴδιον, οὐκ ἤνεγκε παρευδοκιμούμενα, οὐδὲ ἠνέσχετο τῆς πρὸς σὲ ἁμίλλης, ἀλλʼ ὁμοῦ τε ἔθιγεν εὐωδεστέρου χρωτὸς καὶ ἀπώλετο. οὕτω καὶ λύχνος πίπτει πυρὸς μείζονος ἡττηθεὶς καὶ ἄστρα ἀμαυρά, ὅταν ἀντιβλέπειν ἡλίῳ μὴ δύνηται.
ι