Book 1
10
τοὺς ὄρνις αἱ καλιαὶ δέχονται, τοὺς ἰχθύας αἱ πέτραι, τὰ ὄμματα τοὺς καλούς, κἀκεῖνα μὲν πλανᾶται μεθιστάμενα καὶ μετοικοῦντα ἄλλοτε ἐπʼ ἄλλους τόπους — ἄγουσι γὰρ αὐτοὺς ὡς ἄγουσιν οἱ καιροί — κάλλος δὲ ἅπαξ ἐπʼ ὀφθαλμοὺς ῥυὲν οὐκ ἄπεισιν ἐκ τούτου τοῦ καταγωγίου. οὕτω κἀγώ σε ὑπεδεξάμην καὶ φέρω πανταχοῦ τοῖς τῶν ὀμμάτων δικτύοις, κἂν ἐπὶ θάλατταν ἔλθω, ἀνάγει σε ἡ θάλαττα, ὥσπερ τὴν Ἀφροδίτην ὁ μῦθος, ἄν τε ἐπὶ λειμῶνα, αὐτῶν τῶν ἀνθέων ἐξέχεις. καὶ τί γὰρ ἐκεῖ τοιοῦτον φύεται; καὶ γὰρ εἰ καλὰ καὶ χαρίεντα, ἀλλὰ μιᾶς ἡμέρας. ἀπιδών δὲ ἐς οὐρανὸν τὸν μὲν ἥλιον ἡγοῦμαι κατιέναι καὶ κάτω που βαδίζειν, ἀντʼ ἐκείνου δὲ σὲ φαίνειν. εἰ δὲ καὶ νὺξ γένηται, δύο βλέπω μόνους ἀστέρας, τὸν ἕσπερον καὶ σέ.
ια
11
ποσάκις σοι τοὺς ὀφθαλμοὺς ἀνέῳξα, ἵνα ἀπέλθῃς, ὥσπερ οἱ τὰ δίκτυα ἀναπτύσσοντες τοῖς θηρίοις ἐς ἐξουσίαν τοῦ φυγεῖν; καὶ σὺ μένεις ἑδραῖος κατὰ τοὺς δεινοὺς ἐποίκους, οἳ χώραν ἅπαξ ἀλλοτρίαν καταλαβόντες οὐκέτι δέχονται τὴν ἀπανάστασιν. καὶ δὴ πάλιν, ὥσπερ εἴωθα, ἐπαίρω τὰ βλέφαρα· ἀπόπτηθι ἤδη ποτὲ καὶ τὴν πολιορκίαν λῦσον καὶ γενοῦ ξένος ἄλλων ὀμμάτων. οὐκ ἀκούεις, ὅς γε καὶ μᾶλλον ἔχῃ τοῦ πρόσω καὶ μέχρι τῆς ψυχῆς. καὶ τίς ὁ καινὸς ἐμπρησμός; κινδυνεύω, αἰτῶ ὕδωρ, κοιμίζει δὲ οὐδείς, ὅτι τὸ σβεστήριον ἐς ταύτην τὴν φλόγα ἀπορώτατον, εἴτε ἐκ πηγῆς κομίζοι τις, εἴτε ἐκ ποταμοῦ λαμβάνοι. καὶ γὰρ αὐτὸ τὸ ὕδωρ ὑπὸ ἔρωτος κᾴεται.
ιβ