Book 1
12
πόθεν μου τὴν ψυχὴν κατέλαβες; ἢ δῆλον ὅτι ἀπὸ τῶν ὀμμάτων, ἀφʼ ὧν μόνων κάλλος ἐσέρχεται; ὥσπερ γὰρ τὰς ἀκροπόλεις οἱ τύραννοι καὶ τὰ ἐρυμνὰ οἱ βασιλεῖς καὶ τὰ ὑψηλὰ οἱ ἀετοὶ καταλαμβάνουσιν, οὕτω καὶ ὁ ἔρως τὴν τῶν ὀφθαλμῶν ἀκρόπολιν, ἣν οὐ ξύλοις, οὐδὲ πλίνθοις, ἀλλὰ μόνοις βλεφάροις τειχίσας ἡσυχῆ καὶ κατὰ μικρὸν ἐς τὴν ψυχὴν ἐσδύεται, ταχέως μέν, ὡς πτηνός, ἐλευθέρως δέ, ὡς γυμνός, ἀμάχως δέ, ὡς τοξότης. τὰ δὲ ὄμματα, ἐπεὶ πρῶτα συνίησι κάλλους, διὰ τοῦτο μάλιστα καὶ κᾴεται, θεοῦ τινος, οἶμαι, θελήσαντος αὐτοῖς τὴν αὐτὴν ὁδὸν καὶ τῆς ἐς τὸ βλέπειν ἡδονῆς εἶναι καὶ τῆς ἐς τὸ λυπεῖσθαι προφάσεως. τί γάρ, ὦ κακοὶ δᾳδοῦχοι ἔρωτος καὶ τῆς τῶν σωμάτων ὥρας περίεργοι μάρτυρες πρῶτοι μὲν τὸ κάλλος ἡμῖν ἐπυρσεύσατε, πρῶτοι δὲ μνησθῆναι τὴν ψυχὴν ἐποιήσατε τῆς ἔξωθεν ἐπιρροῆς, πρῶτοι δὲ ἐβιάσασθε τὸν ἥλιον καταλιπόντα πῦρ ἀλλότριον ἐπαινεῖν; τοιγαροῦν ἀγρυπνεῖτε καὶ κᾴεσθε, ἀπαλλαγὴν ὧν εἵλεσθε εὑρεῖν μὴ δυνάμενοι.
ιγ
13
ὁ καλὸς ἂν μὲν ᾖ θηριώδης, πῦρ ἐστιν, ἂν δὲ ἥμερος, φῶς· μὴ κᾷε οὖν, ἀλλὰ σῶζε καὶ τὸν Ἐλέου βωμὸν ἐν τῇ ψυχῇ ἔχε ἀντιλαβὼν βέβαιον φίλον ὠκυμόρου δωρεᾶς καὶ φθάσας τὸν χρόνον, ὃς μόνος καταλύει τοὺς καλούς, ὥσπερ οἱ δημοτικοὶ τοὺς τυράννους. ὡς δέδοικά γε — ὃ φρονῶ γὰρ εἰρήσεται — μὴ μέλλοντός σου καὶ βραδύνοντος τὰ γένεια ἐπέλθῃ καὶ τὴν τοῦ προσώπου συσκιάσῃ χάριν, ὥσπερ εἴωθε τὸν ἥλιον κρύπτειν ἡ νεφῶν συσκευή. τί δέδοικα, ἅπερ ἔστιν ἤδη βλέπειν; ἕρπει μὲν ὁ ἴουλος, αἱ δὲ παρειαὶ χλοάζουσι, τὸ δὲ πρόσωπον ὅλον ἀνθεῖ. πρὶν οὖν σου τὸ ἔαρ ἀπελθεῖν ὅλον καὶ χειμῶνα ἐπιστῆναι, δὸς αὐτοῦ πρὸς Ἔρωτος, πρὸς τούτων τῶν γενείων, ἃ δεῖ με αὔριον ὀμνύναι.
ιδ
14
χαῖρε, κἂν μὴ θέλῃς, χαῖρε, κἂν μὴ γράφῃς, ἄλλοις καλέ, ἐμοὶ δὲ ὑπερήφανε. οὐκ ἦσθα συγκείμενος ἐκ σαρκὸς ʽκαὶ αἵματοσʼ, καὶ τῶν, ὅσα τούτοις κίρναται, ἀλλὰ ἐξ ἀδάμαντος καὶ πέτρας καὶ Στυγός. ταχέως σε θεασαίμην γενειῶντα καὶ παρʼ ἀλλοτρίαις θύραις κείμενον. ναὶ Ἔρως, ναὶ Νέμεσις ὀξεῖς θεοὶ καὶ στρεφόμενοι.
ιε