Thesauros Literature biography Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις.

Ἐπιστολαί. Διαλέξεις. Philostratus the Athenian 2nd/3rd cent

Book 1

17 ἔστιν ἔαρ καὶ κάλλους καὶ ῥόδου, ὁ δὲ μὴ χρησάμενος τοῖς παροῦσιν ἀνόητος ἐν οὐ μένουσι μέλλων καὶ βραδύνων ἐν ἀπιοῦσι· φθονερὸς γὰρ ὁ χρόνος καὶ τὴν ἄνθους ὥραν ἀφανίζει καὶ τὴν κάλλους ἀκμὴν ἀπάγει. μηδὲν μέλλε, ὦ φθεγγόμενον ῥόδον, ἀλλʼ ἕως ἔξεστι καὶ ζῇς, μετάδος ἡμῖν ὧν ἔχεις.

ιη

18 μαλακώτερον διετέθης ὑπὸ τῆς σανδάλου θλιβείς, ὡς πέπεισμαι, δειναὶ γὰρ δακεῖν σάρκας ἁπαλὰς αἱ τῶν δερμάτων καινότητες. διὰ τοῦτο ὁ Ἀσκληπιὸς τὰ μὲν ἐκ πολέμου καὶ θήρας τραύματα καὶ πάσης τοιαύτης τύχης ἰᾶται ῥᾳδίως, ταῦτα δὲ ἐᾷ διὰ τὸ ἑκούσιον, ὡς ἀνοίᾳ μᾶλλον ἢ ἐπηρείᾳ δαιμόνων γενόμενα. τί οὐκ ἀνυπόδετος βαδίζεις; τί δὲ τῇ γῇ φθονεῖς; βλαυτία καὶ σανδάλια καὶ κρηπῖδες καὶ πέδιλα νοσούντων εἰσὶ φορήματα ἢ γερόντων. τὸν γοῦν Φιλοκτήτην ἐν τούτοις γράφουσι τοῖς ἐρύμασιν ὡς καὶ χωλὸν καὶ νοσοῦντα, τὸν δὲ ἐκ Σινώπης φιλόσοφον καὶ τὸν Θηβαῖον Κράτητα καὶ τὸν Αἴαντα καὶ τὸν Ἀχιλλέα ἀνυποδέτους καὶ τὸν Ἰάσονα ἐξ ἡμισείας· λέγεται γὰρ τὸν Ἄναυρον αὐτοῦ διαβαίνοντος ποταμὸν ἐνσχεθῆναι τὴν κρηπῖδα τῷ ῥεύματι καὶ Ἰάσων οὕτως ἠλευθέρωτο τῶν ποδῶν τὸν ἕτερον τύχῃ τὸ δέον διδαχθείς, οὐ γνώμῃ ἑλόμενος, καὶ ἀπῄει καλῶς σεσυλημένος. μηδὲν ἤτω σοι μεταξὺ τῆς γῆς καὶ τοῦ ποδός. μὴ φοβηθῇς· δέξεται τὴν βάσιν ἡ κόνις ὡς πόαν. ὦ ῥυθμοὶ ποδῶν φιλτάτων, ὦ καινὰ ἄνθη, ὦ γῆς φυτεύματα, ὦ φιλήματα ἐρηρεισμένα.

ιθ

19 πωλεῖς σεαυτήν· καὶ γὰρ οἱ μισθοφόροι. καὶ παντὸς εἶ τοῦ διδόντος· καὶ γὰρ οἱ κυβερνῆται. οὕτως σου πίνομεν ὡς τῶν ποταμῶν, οὕτως ἁπτόμεθα ὡς τῶν ῥόδων· μὴ δὴ αἰδοῦ τῷ εὐκόλῳ, ἀλλὰ σεμνύνου τῷ ἑτοίμῳ, καὶ γὰρ ὕδωρ πᾶσι πρόκειται καὶ πῦρ οὐχ ἑνὸς καὶ ὁ ἥλιος δημόσιος θεός. τὸ μὲν οἴκημά σου κάλλους ἀκρόπολις, οἱ δὲ ἐσιόντες ἱερεῖς, οἱ δὲ στεφανούμενοι θεωροί, τὸ ἀργύριον φόροι. τῶν ὑπακουόντων ἡδέως βασίλευε καὶ ἔτι προσκυνοῦ.

κ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme