Thesauros Literature biography Γυμναστικός

Γυμναστικός

Γυμναστικός Philostratus the Athenian 2nd/3rd cent
25 ἐπεὶ δὲ ἐπιῤῥεῖ τῶν τοιούτων ὄχλος ἐγκαταμιγνύντων ἡμῶν παλαιοῖς νέα, σκεψώμεθα τὸν γυμναστὴν αὐτόν, ὁποῖός τις ὢν καὶ ὁπόσα εἰδὼς τῷ ἀθλητῇ ἐφεστήξει. ἔστω δὴ ὁ γυμναστὴς μήτε ἀδολέσχης, μήτε ἀγύμναστος τὴν γλῶτταν, ὡς μήτε ἐκλύοιτο ὑπὸ τῆς ἀδολεσχίας τὸ ἔνεργον τῆς τέχνης, μήτε ἀγροικότερον φαίνοιτο μὴ ξὺν λόγῳ δρώμενον, φυσιογνωμονικήν τε ἐπεσκέφθω πᾶσαν. τουτὶ δὲ κελεύω διὰ τόδε· παῖδα ἀθλητὴν Ἑλλανοδίκης μέν τις ἢ Ἀμφικτύων κρίνουσιν ἀπὸ τῶν τοιῶνδε· εἰ φυλὴ τῷδε καὶ πατρίς, εἰ πατὴρ καὶ γένος, εἰ ἐξ ἐλευθέρων καὶ μὴ νόθος, ἐπὶ πᾶσιν, εἰ νέος καὶ μὴ ὑπὲρ παῖδα· εἰ δʼ ἐγκρατὴς ἢ ἀκρατής, εἰ μεθυστής, εἰ λίχνος, εἰ θαρσαλέος ἢ δειλός, οὔτε γιγνώσκουσιν, οὔτε, εἰ γιγνώσκοιεν, οὐδὲν οἱ νόμοι σφίσιν ὑπὲρ τῶν τοιούτων διαλέγονται, τὸν δὲ γυμναστὴν δεῖ ἐξεπίστασθαι ταῦτα φύσεώς που κριτὴν ὄντα. γιγνωσκέτω δὴ τὴν ἐν ὀφθαλμοῖς ἠθικὴν πᾶσαν, ὑφʼ ἧς δηλοῦνται μὲν οἱ νωθροὶ τῶν ἀνθρώπων, δηλοῦνται δὲ οἱ ξύντονοι εἴρωνές τε καὶ ἧττον καρτερικοὶ καὶ ἀκρατεῖς· ἄλλα γὰρ μελανοφθάλμων, ἄλλα δὲ χαροπῶν τε καὶ γλαυκῶν καὶ ὑφαίμων ὀφθαλμῶν ἤθη, ἕτερα δὲ ξανθῶν καὶ ὑπεστιγμένων, προπαλῶν τε καὶ κοίλων, ἡ γὰρ φύσις ὥρας μὲν ἄστροις ἐσημήνατο, ἤθη δὲ ὀφθαλμοῖς τὴν δὲ αὖ τῶν σώματος μερῶν ἀναλογίαν, ὥσπερ ἐν ἀγαλματοποιίᾳ, ὧδε ἐπισκεπτέον· σφυρὸν μὲν καρπῷ ὁμολογεῖν δεῖ, κνήμῃ δὲ πῆχυν, καὶ βραχίονα μηρῷ ἀντικρίνεσθαι καὶ ὤμῳ γλουτόν, μετάφρενα θεωρεῖσθαι πρὸς γαστέρα καὶ στέρνα ἐκκεῖσθαι παραπλησίως τοῖς ὑπὸ τὸ ἰσχίον, κεφαλήν τε, σχῆμα τοῦ παντὸς οὖσαν, πρὸς ταῦτα πάντα ἔχειν συμμέτρως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme