34
ὁ δὲ πυκτεύων μακρόχειρ ἔστω καὶ εὔπηχυς καὶ τὸν βραχίονα μὴ ἄνω σφριγῶν καὶ τοὺς ὤμους καὶ εὔλοφος καὶ ὑψαύχην. καρποὶ δὲ πήχεων οἱ μὲν παχεῖς βαρύτεροι ἐς τὸ πλήττειν, οἱ δὲ ἧττον παχεῖς ὑγροί τέ εἰσι καὶ σὺν ῥᾳστώνῃ παίοντες. ἐρειδέτω δὲ αὐτὸν καὶ ἰσχίον εὐπαγές, ἡ γὰρ προβολὴ τῶν χειρῶν ἀποκρεμάννυσι τὸ σῶμα, εἰ μὴ ἐπὶ βεβαίου ὀχοῖτο τοῦ ἰσχίου. παχυκνήμους δὲ οὔτʼ ἄλλου μὲν οὐδενὸς τῶν ἐν ἀγωνίᾳ ἀξιῶ, πυγμῆς δὲ ἥκιστα· καὶ γὰρ δὴ καὶ προσβῆναι ταῖς τῶν ἀντιπάλων κνήμαις ἀργοὶ καὶ εὐάλωτοι τῷ προσιόντι. ἐχέτω δὴ κνήμην μὲν ὀρθὴν καὶ ξυμμέτρως τῶν μηρῶν ἀπηλλαγμένων τε καὶ ἀφεστηκότων, ὁρμητικώτερον γὰρ τὸ σχῆμα τοῦ πυκτεύοντος, ἢν μὴ ξυμβαίνωσιν οἱ μηροί, γαστὴρ δὲ ἀρίστη μὲν ἡ ὑπεσταλμένη, κοῦφοι γὰρ δὴ οἱ τοιοίδε καὶ τὸ πνεῦμα ἀγαθοί. ἔστι δὲ ὅμως τι καὶ παρὰ τῆς γαστρὸς ὄφελος τῷ πυκτεύοντι, τὰς γὰρ τοῦ προσώπου πληγὰς ἡ τοιάδε γαστὴρ ἐρύκει προεμβάλλουσα τῇ φορᾷ τοῦ πλήττοντος.