Thesauros Literature biography Γυμναστικός

Γυμναστικός

Γυμναστικός Philostratus the Athenian 2nd/3rd cent
39 καρτερικῶν δὲ ἀθλητῶν εἴδη χολικοὶ μυώδεις κοῖλοι τὴν γαστέρα ἀνεσκιρτηκότες τὴν ὄψιν· ἀλλὰ καὶ ἀετῷ μὲν ἐοίκασιν οἱ δρομικοί τε καὶ μεγαλόστερνοι, λέοντι δὲ οἱ φλεγματώδεις, οἱ γὰρ ἐπίχολοι ἀφανεῖς, οἷοι καὶ διὰ τὸ ἕτοιμον τῆς φύσεως καὶ μανικῶς παραλλάξαι.
40 οἱ δὲ ταῖς ἄρκτοις ὁμοιούμενοι στρογγύλοι τέ εἰσι καὶ ὑγροὶ καὶ εὔσαρκοι καὶ ἧττον διηρθρωμένοι καὶ περιεχεῖς μᾶλλον ἢ ὀρθοί, δυσπάλαιστοί τε καὶ διολισθάνοντες, καρτερῶς δὲ εἴροντες, καὶ σπαράξει δὲ τούτους τὸ πνεῦμα, καθάπερ ταῖς ἄρκτοις ἐν τοῖς δρόμοις.
41 οἱ δὲ ἰσόχειρες, οὓς περιδεξίους ὀνομάζουσι, σπάνιον εὕρημα φύσεως ὄντες τήν τε ἰσχὺν ἄρρηκτοι καὶ δυσφύλακτοι καὶ ἀκμῆτες. τουτὶ γὰρ αὐτοῖς δίδωσι τὸ ἰσοδέξιον αὐτοῦ τοῦ σώματος πλέον ἰσχύον τῶν ἀρτίων. τουτὶ δὲ ὁπόθεν οἶδα λέγω· μῦς ὁ Αἰγύπτιος, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἤκουον, μειράκιον μὲν ἦν οὐ μέγα, ἐπάλαιε δὲ πρόσω τέχνης· τούτῳ νοσήσαντι ὑπέβη μὲν τὰ δεξιά, ἐπέδωκε δὲ τὰ ἀριστερά, τοῦ δὲ ἀθλεῖν ἀπεγνωκότι ὄναρ ἐγένετο θαῤῥεῖν τὴν νόσον, ἰσχύσειν γὰρ πλέον τοῖς πεπηρωμένοις ἢ τοῖς ἀκεραίοις τε καὶ ἀτρώτοις. καὶ ἀληθὴς ἡ ὄψις· τὰ γὰρ δυσφύλακτα τῶν παλαισμάτων τοῖς βεβλαμμένοις τῶν μερῶν διαπλέκων χαλεπὸς ἦν τοῖς ἀντιπάλοις καὶ ὤνητο τῆς νόσου τὸ τοῖς διεφθορόσιν ἐῤῥῶσθαι. τοῦτο θαυμάσιον μέν, εἰρήσθω δὲ μὴ ὡς γιγνόμενον, ἀλλʼ ὡς γενόμενον καὶ θεοῦ δοκείτω μᾶλλον ἐνδεικνυμένου τι τοῖς ἀνθρώποις μέγα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme