51
οἶνος δὲ περιττεύσας ἀθλητῶν σώμασιν, ὥστε ἱδρῶτος πολλοῦ πάντα μεστὰ εἶναι, διὰ μετρίων τῶν γυμνασίων ἐκκαλείσθω. οὔτε γὰρ ἐπιγυμνάζειν χρὴ τοὺς τοιούτους, οὔτε ἀνιέναι, τὸ γὰρ διεφθορὸς ὑγρὸν ἀποχετεύειν ἄμεινον, ὡς μὴ τὸ αἷμα ὑπʼ αὐτοῦ κακουργοῖτο. ἀποματτέτω δὲ ὁ γυμναστὴς καὶ ἀποστλεγγιζέτω ξυμμέτρῳ χρώμενος τῷ πήλῳ, ὡς μὴ ἀποφράττοιντο αἱ ἐκβολαὶ τοῦ ἱδρῶτος.
52
τοὺς δὲ ἐξ ἀφροδισίων ἄμεινον μὲν μὴ γυμνάζειν, οἱ γὰρ στεφάνων καὶ κηρύκων αἰσχρὰν ἡδονὴν ἀλλαξάμενοι ποῦ ἄνδρες; εἰ δὲ ἄρα γυμνάζοιντο, ὑπὲρ νουθεσίας γυμναζέσθων, ἐλεγχόμενοι τὴν ἰσχὺν καὶ τὸ πνεῦμα, ταυτὶ γὰρ μάλιστα αἱ τῶν ἀφροδισίων ἡδοναὶ ἐπικόπτουσιν. ἡ δὲ τῶν ὀνειρωττόντων ἕξις, ἀφροδίσια μὲν καὶ ταῦτα, ἀκούσια δέ, ὡς ἔφην. γυμναστέοι δὲ ξὺν ἐπιμελείᾳ καὶ τὴν ἰσχὺν ὑποθρεπτέοι μᾶλλον, ἐπειδὴ ἐπιλείπει σαφῶς, κἀξικμαστέοι τοὺς ἱδρῶτας, ἐπειδὴ περιττοὶ τούτοις. ἔστω δὲ ἐνδοσιμώτερα μὲν τὰ γυμνάσια, προηγμένα δὲ ἐς μῆκος, ἵνα τὸ πνεῦμα ἐγγυμνάζοιντο. δεῖ δὲ αὐτοῖς ἐλαίου ξυμμέτρου καὶ πεπαχυσμένου τῇ κόνει, τουτὶ γὰρ τὸ φάρμακον καὶ ξυνέχει τὸ σῶμα καὶ μετρίως ἀνίησιν.
53
ἀγωνιῶντες δὲ ἀθληταὶ θεραπευέσθων μὲν καὶ τὰς γνώμας λόγῳ παραθαρσύνοντί τε αὐτοὺς καὶ καθιστάντι, γυμναζέσθων δʼ ἐν χώρᾳ τῶν ἀϋπνούντων τε καὶ μὴ εὐσίτων. εὖ τούτοις ἔχει τὸ ἁρμονικὸν γυμνάσιον, αἱ γὰρ περιδεεῖς γνῶμαι προθυμότεραί εἰσι μανθάνειν ἃ προσήκει φυλάττεσθαι. κόποι δὲ οἱ μὲν αὐτόματοι νόσων ἀρχαὶ καὶ ἀπόχρη τοὺς μὲν πηλῷ καὶ παλαίστρᾳ πονήσαντας ἀνιέναι μετρίως τε καὶ ὡς εἶπον, τοὺς δὲ ἐν κόνει πεπονηκότας ἐπιγυμνάζειν τῆς ὑστεραίας ἐν πηλῷ ξὺν μικρᾷ ἐπιτάσει, ἡ γὰρ ἀθρόα μετὰ τὴν κόνιν ἄνεσις ἰατρὸς πονηρὸς κόπων, οὐ γὰρ θεραπεύει τὴν ἰσχὺν ἀλλʼ ἀποκρεμάννυσιν ἡ μὲν δὴ σοφωτέρα γυμναστικὴ καὶ ἐπιτείνουσα τὸν ἀθλητὴν τοιάδε ἂν εἴη.