4
δολίχου δὲ αἰτία ἦν ἥδε· δρομοκήρυκες ἐξ Ἀρκαδίας ἐφοίτων ἐς τὴν Ἑλλάδα τῶν πολεμικῶν ἄγγελοι, καὶ ἀπείρητο αὐτοῖς μὴ ἱππεύειν, ἀλλʼ αὐτουργοῖς εἶναι τοῦ δρόμου. τὸ ἀεὶ οὖν ἐν βραχεῖ τῆς ἡμέρας διαδραμεῖν στάδια ὁπόσα ὁ δόλιχος, δολιχοδρόμους τοὺς δρομοκήρυκας εἰργάζετο καὶ ἐγύμναζε τῷ πολέμῳ.
5
στάδιον δὲ ὧδε εὕρηται· θυσάντων Ἠλείων ὁπόσα νομίζουσι, διέκειτο μὲν ἐπὶ τοῦ βωμοῦ τὰ ἱερά, πῦρ δὲ αὐτοῖς οὔπω ἐνέκειτο. στάδιον δὲ οἱ δρομεῖς ἀπεῖχον τοῦ βωμοῦ καὶ εἱστήκει πρὸ αὐτοῦ ἱερεὺς ξὺν λαμπαδίῳ βραβεύων, καὶ ὁ νικῶν ἐμπυρίσας τὰ ἱερὰ Ὀλυμπιονίκης ἀπῄει.
6
ἐπεὶ δὲ Ἠλεῖοι θύσειαν, ἔδει μὲν καὶ τοὺς ἁπάντων τῶν Ἑλλήνων θύειν θεωρούς, ὡς δὲ μὴ ἀργῶς ἡ πρόσοδος αὐτῶν γίγνοιτο, ἔτρεχον οἱ δρομεῖς ἀπὸ τοῦ βωμοῦ στάδιον, οἷον καλοῦντες τὸ Ἑλληνικόν, καὶ πάλιν ἐς ταὐτὸν ὑπέστρεφον οἷον ἀγγέλλοντες, ὅτι δὴ ἀφίξοιτο ἡ Ἑλλὰς χαίρουσα· ταῦτα μὲν οὖν περὶ διαύλου.