12
παρελθεῖν δὲ ταῦτα οὐχ ὁμοῦ πάντα φασὶν ἐς τοὺς ἀγῶνας, ἐπʼ ἄλλῳ δὲ ἄλλο εὑρισκόμενόν τε ὑπὸ τῆς γυμναστικῆς καὶ ἀποτελούμενον. ἦν μὲν γὰρ τὰ πάλαι Ὀλύμπια ἐς τὴν τρίτην ἐπὶ δέκα Ὀλυμπιάδα σταδίου μόνου, καὶ ἐνίκων ἐν αὐτοῖς Ἠλεῖοι τρεῖς, ἑπτὰ Μεσσήνιοι, Κορίνθιος, Δυμαῖος, Κλεωναῖος, ἄλλος ἄλλην Ὀλυμπιάδα, δύο δὲ οὐδεὶς ὁ αὐτός. ἐπὶ δὲ τῆς τετάρτης ἐπὶ δέκα δίαυλος μὲν ἤρξατο, Ὑπήνου δὲ ἐγένετο Ἠλείου ἡ ἐπʼ αὐτῷ νίκη. κατὰ δὲ τὴν μετʼ ἐκείνην δολίχου ἀγὼν καὶ ἐνίκα Σπαρτιάτης Ἄκανθος. ἀνδρῶν δὲ πένταθλον καὶ ἀνδρῶν πάλην ἤσκησεν ἡ ὀγδόη ἐπὶ δέκα Ὀλυμπιάσιν· ἐνίκα δὲ πάλην μὲν Εὐρύβατος Λουσιεύς, τὰ δὲ πέντε Λάμπις Λάκων. εἰσὶ δὲ οἳ καὶ τὸν Εὐρύβατον Σπαρτιάτην γράφουσιν. ἡ δὲ τρίτη καὶ εἰκοστὴ Ὀλυμπιὰς ἄνδρα ἤδη ἐκάλει πύκτην, καὶ ἐκρατίστευσεν ὁ Σμυρναῖος Ὀνόμαστος πυκτεύσας ἐνίκησεν ἐπιγράψας τὴν Σμύρναν ἔργῳ καλῷ· ὁπόσαι γὰρ πόλεις Ἰωνικαί τε καὶ Λύδιοι καὶ καθʼ Ἑλλήσποντόν τε καὶ Φρυγίαν, καὶ ὁπὸσα ἔθνη ἀνθρώπων ἐν Ἀσίᾳ εἰσί, ταῦτα ὁμοῦ ξύμπαντα ἡ Σμύρνα ὑπερεβάλετο καὶ στεφάνου Ὀλυμπικοῦ πρώτη ἔτυχεν. καὶ νόμους ἔγραψεν ὁ ἀθλητὴς οὗτος πυκτικούς, οἷς ἐχρῶντο οἱ Ἠλεῖοι διὰ σοφίαν τοῦ πύκτου, καὶ οὐκ ἤχθοντο οἱ Ἀρκάδες, εἰ νόμους ἔγραψεν αὐτοῖς ἐναγωνίους ἐξ Ἰωνίας ἥκων τῆς ἁβρᾶς. κατὰ δὲ τὴν τρίτην καὶ τριακοστὴν Ὀλυμπιάδα παγκράτιον μὲν ἐτέθη, μήπω τεθὲν Λύγδαμις δὲ ἐνίκα Συρακούσιος. μέγας δὲ οὕτω τις ὁ Σικελιώτης ἦν, ὡς τὸν πόδα ἰσόπηχυν εἶναι· τὸ γοῦν στάδιον ἀναμετρῆσαι λέγεται τοσούτοις ἑαυτοῦ ποσίν, ὅσοι τοῦ σταδίου πήχεις νομίζονται.