Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
4 οὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύω
4 καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,
4 ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.
4 λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. εἴθε λάχοιεν
4 τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι
4 τᾷ Ἥρᾳ, τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος.
4 καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,
4 καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,
4 αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.
4 φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγων
4 εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,
4 χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα.
4 οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
4 δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς,
4 κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.
4 αἰνέω τάν τε Κρότωνα—καλὰ πόλις, ἅ τε Ζάκυνθος—
4 καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκτας
4 Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.
4 τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας
4 τᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες
4 μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.
4 ὦ χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας
4 λασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.
4 αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει.
4 θαρσεῖν χρὴ φίλε Βάττε· τάχʼ αὔριον ἔσσετʼ ἄμεινον.
4 ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.
4 χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δʼ ὕει.
4 θαρσέω. βάλλε κάτωθε τὰ μοσχία· τᾶς γὰρ ἐλαίας
4 τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθʼ ὁ λέπαργος.
4 σίτθʼ ἁ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme