7
κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.
7
αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν,
7
ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας
7
φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις
7
ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα.
7
χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθις
7
κἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα
7
νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα
7
ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα·
7
ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρειν
7
ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.
7
Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸς
7
τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι.
7
ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ
7
παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις,
7
ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν
7
Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,
7
ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι.
7
τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας,
7
ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις,
7
εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος.
7
κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδες
7
Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους
7
τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη·
7
εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι
7
δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις,
7
εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ
7
Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω,
7
ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις
7
πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.