Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
7 δαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δʼ ἐκέχυντο
7 ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε·
7 τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.
7 νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,
7 ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον
7 κρατῆρʼ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων;
7 ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ,
7 τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε,
7 τοῖον νέκταρ ἔπεισε κατʼ αὐλία ποσσὶ χορεῦσαι,
7 οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι
7 βωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷ
7 αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, ἁ δὲ γελάσσαι
7 δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.

Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας

8 Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι
8 μᾶλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας.
8 ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω,
8 ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.
8 πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας·
8 μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;
8 φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων.
8 τὸν δʼ ἄρα χὡ Δάφνις τοιῷδʼ ἀπαμείβετο μύθῳ·
8 ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα,
8 οὔποτε νικασεῖς μʼ, οὐδʼ εἴ τι πάθοις τύγʼ ἀείδων.
8 χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον;
8 χρῄσδω τοῦτʼ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον.
8 καὶ τίνα θησεύμεσθʼ, ὅτις ἁμῖν ἄρκιος εἴη;
8 μόσχον ἐγὼ θησῶ· τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν.
8 οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ
8 χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντʼ ἀριθμεῦντι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme