Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
8 ἐνθʼ ἁ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ,
8 χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι.
8 ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλας
8 μυρίον, (ὦ σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι·)
8 ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ ὦ κόλε καὶ λέγε· Μίλων,
8 ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.
8 μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα
8 εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων·
8 ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾁσομαι, ἀγκὰς ἔχων τυ,
8 σύννομα μᾶλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα.
8 δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός,
8 ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,
8 ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ,
8 οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας.
8 ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν·
8 τὰν πυμάταν δʼ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας.
8 Φεἰδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ,
8 μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.
8 ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;
8 οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.
8 ταὶ δʼ ὄιες, μηδʼ ὔμμες ὀκνεῖθʼ ἁπαλᾶς κορέσασθαι
8 ποίας· οὔτι καμεῖσθʼ, ὅκκʼ αὖ πάλιν ἅδε φύηται.
8 σίττα νέμεσθε νέμεσθε, τὰ δʼ οὔθατα πλήσατε πᾶσαι,
8 ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δʼ ἐς ταλάρως ἀποθῶμαι.
8 δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετʼ ἀείδειν·
8 κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα
8 τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν·
8 οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ,
8 ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον.
8 ἁδεῖʼ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme