Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
8 ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς·
8 ἁδὺ δὲ τῶ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτεῖν.
8 τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα,
8 τᾷ βοῒ δʼ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί.
8 Ὣ οἱ παῖδες ἄεισαν, ὁ δʼ αἰπόλος ὧδʼ ἀγόρευεν·
8 ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος ὦ Δάφνι φωνά.
8 κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν.
8 λάζεο τὰς σύριγγας· ἐνίκασας γὰρ ἀείδων.
8 αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμʼ αἰπολέοντα διδάξαι,
8 τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα,
8 ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ.
8 Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε
8 νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο.
8 ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ
8 ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσʼ ἀκάχοιτο.
8 κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,
8 καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.

Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας

9 Βουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος,
9 ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας,
9 μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως.
9 χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο
9 μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ
9 ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας.
9 Ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς,
9 ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών.
9 ἔστι δέ μοι παρʼ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται
9 λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας
9 λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.
9 τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme