Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
10 σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας.
10 Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς,
10 ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.
10 Ἦ καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς.
10 ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.
10 ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα.
10 θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.
10 Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον
10 εὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα.
10 Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις
10 εἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός.
10 Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν
10 ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὑτῶς.
10 σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον·
10 ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα.
10 ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ,
10 καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.
10 εὐκτὸς ὁ τῶ βατράχω παῖδες βίος· οὐ μελεδαίνει
10 τὸν προπιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ.
10 κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν·
10 μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον.
10 ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν,
10 τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωτα
10 μυθίσδεν τᾷ ματρὶ κατʼ εὐνὰν ὀρθρευοίσᾳ.

Κύκλωψ

11 οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο
11 Νικία οὔτʼ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτʼ ἐπίπαστον,
11 ἢ ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ
11 γίνετʼ ἐπʼ ἀνθρώποις, εὑρεῖν δʼ οὐ ῥᾴδιόν ἐστι.
11 γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme