Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
12 τὸν δʼ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν.
12 ἀλλήλους δʼ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότʼ ἦσαν
12 χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλησʼ ὁ φιληθείς.
12 εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ
12 ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα
12 ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα·
12 ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω
12 πᾶσι διὰ στόματος, μετὰ δʼ ἠιθέοισι μάλιστα.
12 ἀλλʼ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες
12 ἔσσονθʼ ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων
12 ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω.
12 ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας,
12 διπλάσιον δʼ ὤνασας, ἔχων δʼ ἐπίμετρον ἀπῆνθον.
12 Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς,
12 ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα
12 ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα.
12 αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ
12 κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι.
12 ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη,
12 βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρʼ ἀπῆνθεν.
12 ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ.
12 ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλʼ ἐπιβωτᾷ
12 Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ
12 πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί.

ὕλας

13 οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες,
13 Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο.
13 οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν,
13 οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες·
13 ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme