1
καὶ τὺ δʼ ἐπεί κʼ ἐσορῇς τὰς παρθένος οἶα γελᾶντι,
1
τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.
1
τὼς δʼ οὐδὲν ποτελέξαθʼ ὁ βουκόλος, ἀλλὰ τὸν αὐτῶ
1
ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας·
1
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1
ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα,
1
λάθρια μὲν γελάοισα, βαρὺν δʼ ἀνὰ θυμὸν ἔχοισα,
1
κεἶπε· τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν·
1
ἦ ῥʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης;
1
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1
τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο· Κύπρι βαρεῖα,
1
Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής·
1
ἤδη γὰρ φράσδῃ πάνθʼ ἅλιον ἄμμι δεδύκειν·
1
Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.
1
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1
ὧ λέγεται τὰν Κύπριν ὁ βουκόλος—ἕρπε ποτʼ Ἴδαν,
1
ἕρπε ποτʼ Ἀγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος·
1
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1
ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει.
1
καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.
1
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.
1
αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,
1
καὶ λέγε· τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.
1
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1
ὦ λύκοι, ὦ θῶες, ὦ ἀνʼ ὤρεα φωλάδες ἄρκτοι,
1
χαίρεθʼ. ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτʼ ἀνʼ ὕλαν,
1
οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρʼ Ἀρέθοισα,
1
καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.
1
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1
Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων,