Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
1 Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.
1 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.
1 ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω,
1 εἴτε τύ γʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσον
1 τὰν Σικελάν, Ἑλίκας δὲ λίπʼ ἠρίον αἰπύ τε σᾶμα
1 τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.
1 λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
1 ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν
1 ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.
1 ἦ γὰρ ἐγὼν ὑπʼ ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη.
1 λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
1 νῦν δʼ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι,
1 ἁ δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι·
1 πάντα δʼ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι.
1 Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι,
1 κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.
1 λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
1 χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δʼ Ἀφροδίτα
1 ἤθελʼ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει
1 ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα
1 τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.
1 λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς.
1 καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας
1 σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι,
1 χαίρετʼ· ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.
1 πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,
1 πλῆρές τοι σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοις
1 ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις.
1 ἠνίδε τοι τὸ δέπας· θᾶσαι φίλος, ὡς καλὸν ὄσδει·
1 Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme