Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
17 ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς·
17 ἀνδρῶν δʼ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω
17 καὶ πύματος καὶ μέσσος· ὁ γὰρ προφερέστατος ἄλλων.
17 ἥρωες, τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο,
17 ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν·
17 αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν
17 ὑμνήσαιμʼ· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.
17 Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν
17 παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου.
17 τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν,
17 οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.
17 Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον
17 Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο
17 βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι.
17 τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν
17 ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ
17 δέδμηται· παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς
17 ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας.
17 ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο
17 ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος·
17 ἔνθα σὐν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι,
17 χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,
17 ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας,
17 ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.
17 ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας,
17 ἀμφότεροι δʼ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα.
17 τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη
17 νέκταρος εὐόδμοιο φίλας ἐς δῶμʼ ἀλόχοιο,
17 τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν,
17 τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme