Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
20 οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις,
20 ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις·
20 ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.
20 χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,
20 καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς.
20 τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
20 καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε
20 χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
20 καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς
20 καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα,
20 καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.
20 χἁ μὲν ἔβα με λιποῖσα· φέρω δʼ ὑποκάρδιον ὀργάν,
20 ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα.
20 ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί;
20 ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε;
20 καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος
20 ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δʼ ἐπύκαζεν ὑπήναν,
20 χαῖται δʼ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο,
20 καὶ λευκὸν τὸ μέτωπον ἐπʼ ὀφρύσι λάμπε μελαίναις·
20 ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας,
20 καὶ στόμα δʼ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ
20 ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ.
20 ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,
20 κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.
20 καὶ πᾶσαι καλόν με κατʼ ὤρεα φαντὶ γυναῖκες,
20 καὶ πᾶσαί με φιλεῦντι· τὰ δʼ ἀστικά μʼ οὐκ ἐφίλασεν,
20 ἀλλʼ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτʼ ἀκούει,
20 ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν·
20 οὐκ ἔγνω δʼ, ὅτι Κύπρις ἐπʼ ἀνέρι μήνατο βούτᾳ
20 καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνιν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme