Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
21 τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ
21 ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.
21 ψεύδοντʼ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον
21 τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς.
21 ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.
21 μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δʼ αἱ νύκτες ἔχοντι.
21 Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ ὁ καιρὸς
21 αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνον
21 ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.
21 ἆρʼ ἔμαθες κρίνειν πόκʼ ἐνύπνια; χρηστὰ γὰρ εἶδον.
21 οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον.
21 ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.
21 ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος
21 ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρʼ ᾧ νοῦς.
21 ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις
21 κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων,
21 ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ·
21 φαντὶ γὰρ ἀγρυπνίαν τόδʼ ἔχειν.
21 λέγε μοί ποτε νυκτὸς
21 ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ.
21 δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν
21 (οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ,
21 εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθʼ), εἶδον ἐμαυτὸν
21 ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δʼ ἐδόκευον
21 ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν.
21 καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοις
21 πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών.
21 χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα,
21 τὸν κάλαμον δʼ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον
21 τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme