Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
21 πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις.
21 εἶθʼ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμʼ ἔνυξα,
21 καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα.
21 ἤνυσα δʼ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν,
21 παντᾷ τοι χρυσῷ πεπυκασμένον· εἶχε δὲ δεῖμα,
21 μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺς
21 ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης.
21 ἠρέμα δʼ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα,
21 μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.
21 καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν,
21 ὤμοσα δʼ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι,
21 ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν.
21 ταῦτά με κἀξήγειρε, τὺ δʼ ὦ ξένε λοιπὸν ἔρειδε
21 τὰν γνώμαν· ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.
21 καὶ σύγε τί τρέσσεις; οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθὺν
21 χρύσεον ὡς ἴδες εὗρες, ἴσα δʼ ἦν ψεύδεσιν ὄψις,
21 ἐλπὶς τῶν ὕπνων. ζάτει τὸν σάρκινον ἰχθύν,
21 εἰ γάρ πᾳ κνώσσων ἔτʼ ἐτώσια ταῦτα ματεύσεις,
21 μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις.

Διόσκουροι

22 Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,
22 Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν
22 χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
22 ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα
22 κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς,
22 ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,
22 ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον,
22 νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα
22 ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.
22 οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme