Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
23 οὐδʼ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν
23 τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον.
23 καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει·
23 καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ·
23 λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ·
23 ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ.
23 καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλʼ ὀλίγον ζῇ.
23 ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις,
23 ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ.
23 ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον·
23 ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι
23 τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς,
23 στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ
23 λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν
23 εἵματα καὶ κρύψόν με, τὸ δʼ αὖ πύματόν με φίλασον,
23 κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς·
23 οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας.
23 χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα.
23 κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον· ὦ φίλε κεῖσαι.
23 ἢν δὲ θέλῃς, καὶ τοῦτο· καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος.
23 γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω·
23 τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς,
23 ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον.
23 Ὧδʼ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δʼ ἐπὶ τοίχω
23 ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετʼ ἀπʼ αὐτῶν,
23 τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐνέβαλλε τραχήλῳ,
23 τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθη
23 νεκρός. ὁ δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν
23 αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδʼ ἐλυγίχθη
23 τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλʼ ἐπὶ νεκρῷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme