Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
23 εἵματα πάντʼ ἐμίανεν, ἐφαβικὰ βαῖνε δʼ ἐς ἄθλα
23 γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν,
23 καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαϊνέας δὲ
23 ἵστατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθεν
23 ἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον·
23 νᾶμα δʼ ἐφοινίχθη· παιδὸς δʼ ἐπενάχετο σῶμα.
23 χαίρετε τοὶ φιλέοντες· ὁ γὰρ μισῶν ἐφονεύθη.
23 στέργετε δʼ οἱ μισεῦντες· ὁ γὰρ θεὸς οἶδε δικάζειν.

Ἡρακλίσκος

24 Ἡρακλέα δεκάμηνον ἐόντα πόχʼ ἁ Μιδεᾶτις
24 Ἀλκμήνα καὶ νυκτὶ νεώτερον Ἰφικλῆα,
24 ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,
24 χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου
24 Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος.
24 ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων·
24 εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,
24 εὕδετʼ ἐμὰ ψυχά, δύʼ ἀδελφεώ, εὔσοα τέκνα·
24 ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.
24 Ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δʼ ἔλαβʼ ὕπνος.
24 ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος
24 Ὠρίωνα κατʼ αὐτόν, ὁ δʼ ἀμφαίνει μέγαν ὦμον,
24 τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη
24 κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας
24 ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων
24 εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.
24 τὼ δʼ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω
24 αἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρ
24 ἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν.
24 ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον,
24 καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme