Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
24 Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη.
24 ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνω
24 κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,
24 Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν,
24 φευγέμεν ὁρμαίνων· ὁ δʼ ἐναντίος εἴχετο χερσὶν
24 Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,
24 δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται
24 οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι.
24 τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα
24 ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν·
24 ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας,
24 δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.
24 Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα·
24 Ἄνσταθʼ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν·
24 ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς.
24 οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ;
24 ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι
24 πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας;
24 ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλʼ ἀνδρῶν.
24 Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας·
24 δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν
24 κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.
24 ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,
24 κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον.
24 ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας·
24 δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας·
24 οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες,
24 δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας.
24 ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ.
24 Ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme