Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
24 ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται
24 δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τʼ ἐς γαῖαν προπεσόντες
24 πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ,
24 πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ
24 Ἁρπαλύκῳ Φανοτῆι, τὸν οὐδʼ ἂν τηλόθι λεύσσων
24 θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι·
24 τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
24 ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι, καὶ περὶ νύσσαν
24 ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι,
24 Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν
24 αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνων
24 Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς
24 δίφροι, ἐφʼ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.
24 δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχοντα
24 ἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν,
24 κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαι
24 δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι
24 Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών,
24 ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς
24 ναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος.
24 Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς
24 ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.
24 Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ.
24 εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς
24 δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ,
24 δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος
24 Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι.
24 αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον.
24 εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας.

Ἡρακλῆς Λεοντοφόνος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme