Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
25 τὸν δʼ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς
25 παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο·
25 ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσʼ ἐρεείνεις,
25 Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο·
25 τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι,
25 εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.
25 ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο
25 οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον·
25 ἀλλʼ αἱ μέν ῥα νάοντος ἐπʼ ὄχθαις ἀμφʼ Ἐλισοῦντος,
25 αἱ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο,
25 αἱ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε.
25 χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.
25 αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης
25 πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι,
25 Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην
25 λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε
25 εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.
25 αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς
25 φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος,
25 κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι
25 χλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο
25 ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
25 εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις
25 δέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
25 ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν
25 ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.
25 οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι,
25 ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.
25 πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο,
25 πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme