Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
25 αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.
25 Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα,
25 δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,
25 ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι·
25 ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα,
25 μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο,
25 σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός.
25 τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν,
25 ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν.
25 θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος
25 Ἀμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέροντα
25 ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν.
25 τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων
25 φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ
25 ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δʼ ὑλαγμοῦ,
25 χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο
25 αὐτοῦ γʼ οὐ παρεόντος· ἔπος δʼ ὅγε τοῖον ἔειπεν·
25 Ὢ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες
25 θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.
25 εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν,
25 ᾔδει δʼ, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί,
25 οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς·
25 νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετʼ αὔτως.
25 Ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες.
25 Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους
25 δείελον ἦμαρ ἄγων· τὰ δʼ ἐπήλυθε πίονα μῆλα
25 ἐκ βοτάνης ἀνιόντα μετʼ αὐλία τε σηκούς τε.
25 αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπʼ ἄλλαις
25 ἐρχόμεναι φαίνονθʼ ὡσεὶ νέφη ὑδατόεντα,
25 ἅσσά τʼ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme