Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
2 σαύραν τοι τρίψασα ποτὸν κακὸν αὔριον οἰσῶ.
2 Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθʼ ὑπόμαξον
2 τᾶς τήνω φλιᾶς καθʼ ὑπέρτερον, ἇς ἔτι καὶ νύξ,
2 καὶ λέγʼ ἐπιφθύζοισα· τὰ Δέλφιδος ὀστία μάσσω.
2 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
2 νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω;
2 ἐκ τίνος ἄρξωμαι; τίς μοι κακὸν ἄγαγε τοῦτο;
2 ἦνθʼ ἁ τῶὐβούλοιο κανηφόρος ἄμμιν Ἀναξὼ
2 ἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλα
2 θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα.
2 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2 καί μʼ ἁ Θευχαρίδα Θρᾷσσα τροφὸς ἁ μακαρῖτις
2 ἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσε
2 τὰν πομπὰν θάσασθαι· ἐγὼ δέ οἱ ἁ μεγάλοιτος
2 ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτῶνα,
2 κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας.
2 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2 ἤδη δʼ εὖσα μέσον κατʼ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος,
2 εἶδον ὁμοῦ Δέλφιν τε καὶ Εὐδάμιππον ἰόντας.
2 τοῖς δʼ ἦν ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς,
2 στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα,
2 ὡς ἀπὸ γυμνασίοιο καλὸν πόνον ἄρτι λιπόντων.
2 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2 χὡς ἴδον, ὡς ἐμάνην, ὥς μευ πέρι θυμὸς ἰάφθη
2 δειλαίας· τὸ δὲ κάλλος ἐτάκετο, κοὔτέ τι πομπᾶς
2 τήνας ἐφρασάμαν, οὐδʼ ὡς πάλιν οἴκαδʼ ἀπῆνθον
2 ἔγνων· ἀλλά μέ τις καπυρὰ νόσος ἐξεσάλαξε,
2 κείμαν δʼ ἐν κλιντῆρι δέκʼ ἄματα καὶ δέκα νύκτας.
2 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2 καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme