Thesauros Literature bucolic Εἰδύλλια

Εἰδύλλια

Εἰδύλλια Theocritus
2 ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ
2 ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα
2 ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν;
2 ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν· ὁ δέ χρόνος ἄνυτο φεύγων.
2 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2 χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα·
2 εἰ δʼ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.
2 πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα
2 τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν·
2 τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.
2 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2 κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον,
2 κεἴφʼ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.
2 ὣς ἐφάμαν· ἁ δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων
2 εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα
2 ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ—
2 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα—
2 πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ
2 ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,
2 οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ
2 κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα·
2 ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.
2 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2 καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας
2 ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον·
2 ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην
2 πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,
2 ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν.
2 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα.
2 ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme