Thesauros Literature bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus
24 αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠύτε γέρρον
24 νώμασκεν μακέλην· περὶ δʼ ὄμμασιν ἔνθα καὶ ἔνθα
24 πάπταινεν, μὴ δή μιν ἐπιφλέξῃ δήιον πῦρ.
24 τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔικτο,
24 Ἰφικλέης μεγάθυμος ἐπʼ οὔδεϊ κάππεσʼ ὀλισθὼν
24 πρὶν ἐλθεῖν, οὐδʼ ὀρθὸς ἀναστῆναι δύνατʼ αὖτις,
24 ἀλλʼ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτʼ ἀμενηνός,
24 ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
24 καππεσέειν, κεῖται δʼ ὅγʼ ἐπὶ χθονὸς ἔμπεδον αὐτοῦ
24 εἰς ὅ κε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
24 αἰδεσθεὶς ὄπιδα τρομερὴν πολιοῖο γενείου.
24 ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης.
24 αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα
24 παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος
24 ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.
24 τοῖα, φίλη, μοι ὄνειρα διὰ φρένας ἐπτοίησαν
24 παννυχίῃ· τὰ δὲ πάντα πρὸς Εὐρυσθῆα τρέποιτο
24 οἴκου ἀφʼ ἡμετέροιο, γένοιτο δὲ μάντις ἐκείνῳ
24 θυμὸς ἐμός, μηδʼ ἄλλο παρὲκ τελέσειέ τι δαίμων.
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme