Thesauros Literature bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus
4 ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
4 μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.
4 ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ
4 εὔχεʼ ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
4 κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δʼ ἀνανεύσῃ,
4 τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι·
4 ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
4 σακίταν. ἀίοι δʼ εὐμενέως ὁ θεός.

A. Pal. ix. 433

5 λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι
5 ἁδύ τί μοι; κἠγὼ πακτίδʼ ἀειράμενος
5 ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖ
5 Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.
5 ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν
5 Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.

A. Pal. ix. 432

6 Ἆ δειλαῖε τὺ Θύρσι, τί τὸ πλέον, εἰ καταταξεῖς
6 δάκρυσι διγλήνους ὦπας ὀδυρόμενος;
6 οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετʼ ἐς Ἅιδαν·
6 τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος.
6 αἱ δὲ κύνες κλαγγεῦντι· τί τὸ πλέον, ἁνίκα τήνας
6 ὀστίον οὐδὲ τέφρα λείπεται οἰχομένας;

A. Pal. vii. 659

7 νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός,
7 Εὐρύμεδον τύμβου τοῦδε θανὼν ἔτυχες.
7 σοὶ μὲν ἕδρα θείοισι μετʼ ἀνδράσι· τὸν δὲ πολῖται
7 τιμασεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.

A. Pal. vi. 337

8 Ἦλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός,
8 ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme