Thesauros Literature bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus
18 ὦ Βάκχε, χάλκεόν νιν ἀντʼ ἀλαθινοῦ
18 ̔́τὶν ὧδʼ ἀνέθηκαν
18 τοὶ Συρακόσσαις ἐνίδρυνται πεδωρισταὶ πόλει,
18 οἷʼ ἀνδρὶ πολίτᾳ·
18 σωρὸν γὰρ εἶχε ῥημάτων μεμναμένοις
18 ̔́τελεῖν ἐπίχειρα.
18 πολλὰ γὰρ πὸτ τὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα.
18 μεγάλα χάρις αὐτῷ.

A. Pal. xiii. 3

19 Ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται.
19 εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ·
19 εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,
19 θαρσέων καθίζευ, κἢν θέλῃς ἀπόβριξον.

A. Pal. vii. 663

20 Ὁ μικκὸς τόδʼ ἔτευξε τᾷ Θραΐσσᾳ
20 Μήδειος τὸ μνᾶμʼ ἐπὶ τᾷ ὁδῷ κἠπέγραψε Κλείτας.
20 ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων,
20 ὧν τὸν κοῦρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται.

A. Pal. vii. 664

21 Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν
21 τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος
21 διῆλθε κἠπὶ νύκτα καὶ πρὸς ἀῶ.
21 ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων,
21 ὡς ἐμμελής τʼ ἔγεντο κἠπιδέξιος
21 ἔπεά τε ποιεῖν πρὸς λύραν τʼ ἀείδειν.

A. Pal. ix. 598

22 τὸν τοῦ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνὴρ
22 τὸν λεοντομάχαν, τὸν ὀξύχειρα,
22 πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν
22 Πείσανδρος συνέγραψεν ὡκ Καμίρου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme