Thesauros Literature bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus
22 χὥσους ἐξεπόνασεν εἶπʼ ἀέθλους.
22 τοῦτον δʼ αὐτὸν ὁ δᾶμος, ὡς σάφʼ εἰδῇς,
22 ἔστασʼ ἐνθάδε χάλκεον ποιήσας
22 πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.

ἐκ τῆς Βερενίκης Athenaeus vii. 284.

23 Καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,
23 ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
23 σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,
23 ὃν λεῦκον καλέουσιν, ὁ γὰρ φιερώτατος ἄλλων,
23 καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης
23 ἔμπλεα.

Μεγάρα

24 μῆτερ ἐμή, τίφθʼ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
24 ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτʼ ἔρευθος
24 σώζετʼ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
24 ἦ ῥʼ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
24 ἀνδρὸς ὑπʼ οὐτιδανοῖο, λέων ὡσείθʼ ὑπὸ νεβροῦ;
24 ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
24 ἀθάνατοι; τί νύ μʼ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
24 δύσμορος, ἥτʼ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
24 τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
24 ἠδʼ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·
24 τοῦ δʼ οὔτις γένετʼ ἄλλος ἀποτμότερος ζωόντων,
24 οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
24 σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων
24 ἠέ τινος Κηρῶν ἢ Ἐριννύος αἰνὰ βέλεμνα,
24 παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν
24 μαινόμενος κατὰ οἶκον, ὁ δʼ ἔμπλεος ἔσκε φόνοιο.
24 τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
24 βαλλομένους ὑπὸ πατρί· τὸ δʼ οὐδʼ ὄναρ ἤλυθεν ἄλλῳ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme