Thesauros Literature bucolic Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Theocritus
24 οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
24 μητέρʼ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
24 ὡς δʼ ὄρνις ὀδύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
24 ὀλλυμένοις, οὕστʼ αἰνὸς ὄφις ἔτι νηπιάχοντας
24 θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἡ δὲ κατʼ αὐτοὺς
24 πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
24 οὐδʼ ἄρʼ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ ῥά οἱ αὐτῇ
24 ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·
24 ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
24 μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
24 ὥς γʼ ὄφελον μετὰ παισὶν ἅμα θνήσκουσα καὶ αὐτὴ
24 κεῖσθαι φαρμακόεντα διʼ ἥπατος ἰὸν ἔχουσα,
24 ἢ καὶ σοῖς ἀγανοῖσιν ὑπαὶ βελέεσσι δαμῆναι
24 Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
24 τῷ χʼ ἡμᾶς κλαύσαντε φίλῃς ἐπὶ χερσὶ τοκῆες
24 πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
24 καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
24 λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
24 νῦν δʼ οἱ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
24 Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·
24 αὐτὰρ ἐγὼ Τίρυνθα κατὰ κραναὴν πόλιν Ἥρης
24 πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
24 αἰεὶ ὁμῶς· δακρύων δὲ πάρεστί μοι οὐδʼ ἴʼ ἐρωή.
24 ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν
24 οἴκῳ ἐν ἡμετέρῳ· πολέων δὲ οἱ ἔργον ἑτοῖμον
24 μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν
24 μοχθίζει πέτρης ὅγʼ ἔχων νόον ἠὲ σιδήρου
24 καρτερὸν ἐν στήθεσσι· σὺ δʼ ἠύτε λείβεται ὕδωρ,
24 νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθʼ ὁπόσσα.
24 ἄλλος μὰν οὐκ ἄν τις ἐυφρήναι με παραστὰς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme