Thesauros Literature bucolic Εὐρώπη

Εὐρώπη

Εὐρώπη Moschus
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ταρσὸν ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς·
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 τῶν ἣ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ’ ὑάκινθον,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζε
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 αἳ δ’ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 δρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσα
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 οὐ μὴν δηρὸν ἔμελλεν ἐπ’ ἄνθεσι θυμὸν ἰαίνειν,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 οὐδ’ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ̓, ὡς ἐόλητο
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 Κύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 παρθενικῆς τ’ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 οὐδ’ οἷος ποίμνης ἐπιβόσκεται, οὐδὲ μὲν οἷος
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 κύκλος δ’ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὄσσε δ’ ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἶσά τ’ ἐπ’ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme