Thesauros Literature bucolic Εὐρώπη

Εὐρώπη

Εὐρώπη Moschus
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 καὶ δ’ αὐτὸς βαρύδουπος ὑπείραλος Ἐννοσίγαιος
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 κῦμα κατιθύνων ἁλίης ἠγεῖτο κελεύθου
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 αὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντο
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃ
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 εἴρυε πορφυρέην κολποῦ πτύχα, ὄφρά κε μή μιν
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἣ δ’ ὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 φαίνετο δ’ οὔτ’ ἀκτή τις ἁλίρροθος οὔτ’ ὄρος αἰπύ,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἀλλ’ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθα
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἀργαλἔ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσαν
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὠκυάλοις, ταῦροι δ’ ἁλίην τρομέουσιν ἀταρπόν.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ποῖόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ’ ἐδωδή;
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἦ ἄρα τις θεός ἐσσι· θεοῖς γ’ ἐπεοικότα ῥέζεις.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 οὔθ’ ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροι
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ’ ἀερθεὶς
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἥ ῥά τε δῶμα
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοΐ τῷδε
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἀλλὰ σύ μοι μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme