Thesauros Literature bucolic Εὐρώπη

Εὐρώπη

Εὐρώπη Moschus
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 τόνδε κατιθύνοντα πόρον προκέλευθον ἐμεῖο.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὣς φάτο· τὴν δ’ ὧδε προσεφώνεεν ἠΰκερως βοῦς·
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναι
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ταῦρος· ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 σὸς δὲ πόθος μ’ ἀνέηκε τόσην ἅλα μετρήσασθαι
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ταύρῳ ἐειδόμενον· Κρήτη δέ σε δέξεται ἤδη,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἥ μ’ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήϊα σεῖο
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 οἳ σκηπτοῦχοι ἄνακτες ἐπὶ χθονίοισιν ἔσονται.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. Φαίνετο μὲν δὴ
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 Κρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἡ δὲ πάρος κούρη Ζηνὸς γένετ’ αὐτίκα νύμφη,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 καὶ Κρονίδῃ τέκνα τίκτε καὶ αὐτίκα γίνετο μήτηρ.
← Previous 6 / 6

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme