Thesauros Literature bucolic Εὐρώπη

Εὐρώπη

Εὐρώπη Moschus

ΕΥΡΩΠΗ

urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ’ ἠώς,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων·
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὠίσατ’ ἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἄσσιον ἀντιπέρην τε· φυὴν δ’ ἔχον οἷα γυναῖκες.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 τῶν δ’ ἣ μὲν ξείνης μορφὴν ἔχεν, ἣ δ’ ἄρ’ ἐῴκει
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 φάσκεν δ’ ὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἡ δ’ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἣ δ’ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἑζομένη δ’ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δὲ
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένον αὐδήν·
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 τίς μοι τοιάδε φάσματ’ ἐπουρανίων προΐηλεν;
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 τίς δ’ ἦν ἡ ξείνη, τὴν εἴσιδον ὑπνώουσα;
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὥς μ’ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτὴ
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ὣς εἰποῦσ’ ἀνόρουσε, φίλας δ’ ἐπεδίζεθ’ ἑταίρας
urn:cts:greekLit:tlg0035.tlg002.perseus-grc2 ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας,
1 / 6 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme