Thesauros Literature bucolic Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος

Ἐπιτάφιος Βίωνος Moschus
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 οὐδὲ τόσον ὃν ἀοιδὸν ὀδύρατο Τήϊον ἄστυ·
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος· ἀντὶ δὲ Σαπφῶς
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται ἁ Μιτυλάνα.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 εἶ δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοι
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 βουκολικᾶς, ἀλλ’ ἅντε διδάξαο σεῖο μαθητὰς
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 κλαρονόμος Μοίσας τᾶς Δωρίδος, ᾇ με γεραίρων
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἄλλοις μὲν τεὸν ὄλβον, ἐμοὶ δ’ ἀπέλειπες ἀοιδάν.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 αἰαῖ ταὶ μαλάχαι μέν, ἐπὰν κατὰ κᾶπον ὄλωνται,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἠδὲ τὰ χλωρὰ σέλινα τό τ’ εὐθαλὲς οὖλον ἄνηθον,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι·
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἄμμες δ’ οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ταῖς Νύμφαισι δ’ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾅδειν.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ταῖς δ’ ἐγὼ οὐ φθονέοιμι· τὸ γὰρ μέλος οὐ καλὸν ᾅδει.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες—
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη;
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ὡς κεράσαι τοι
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἢ δοῦναι καλέοντι τὸ φάρμακον;—ἔκψυγεν ᾠδά.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ἀλλὰ Δίκα κίχε πάντας. ἐγὼ δ’ ἐπὶ πένθεϊ τῷδε
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 δακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ’ Ὀδυσσεύς,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ὡς πάρος Ἀλκείδας, κἠγὼ τάχ’ ἂν ἐς δόμον ἦνθον
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 Πλουτέος, ὥς κεν ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδεις,
urn:cts:greekLit:tlg0035.tlg003.perseus-grc2 ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι. ἀλλ’ ἄγε Κώρᾳ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme