Thesauros Literature bucolic Μεγάρα

Μεγάρα

Μεγάρα Moschus
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἐνθάδε νοστήσανθ’ ὑποδέξομαι, εἴτε καὶ οὐκί.
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 πρὸς δ’ ἔτι μ’ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ὕπνον· δειμαίνω δὲ παλιγκοτον ὄψιν ἰδοῦσα
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 τάφρον τηλεθάοντος ἐπ’ ἐσχατιῇ τινος ἀγροῦ,
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἤτοι ὃ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἀνδήρου καταδῦναι, ἃ καὶ πάρος εἵματα ἕστο·
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἐξαπίνης δ’ ἀνελάμψεν ὑπὲρ καπέτοιο βαθείης
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 πῦρ ἄμοτον, περὶ δ’ αὐτὸν ἀθέσφατος εἰλεῖτο φλόξ.
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 αὐτὰρ ὅγ’ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠΰτε γέρρον
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 νώμασκεν μακέλην· περὶ δ’ ὄμμασιν ἔνθα καὶ ἔνθα
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 πάπταινεν, μὴ δή μιν ἐπιφλέξει δήιον πῦρ.
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔϊκτο,
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 Ἰφικλέης μεγάθυμος ἐπ’ οὔδεϊ κάππεσ’ ὀλισθὼν
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 πρὶν ἐλθεῖν, οὐδ’ ὀρθὸς ἀναστῆναι δύνατ’ αὖτις,
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἀλλ’ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτ’ ἀμενηνός,
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 καππεσέειν· κεῖται δ’ ὅγ’ ἐπὶ χθονὸς ἔμπεδον αὔτως,
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 εἰσόκε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 αἰδεσθεὶς ὄπιδα προτέρην πολιοῖο γενείου.
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης·
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme