Thesauros Literature bucolic Μεγάρα

Μεγάρα

Μεγάρα Moschus

Μέγαρα

urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 Μῆτερ ἐμή, τίφθ’ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ’ ἔρευθος
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 σῴζετ’ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἦρ’ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἀνδρὸς ὕπ’ οὐτιδανοῖο, λέων ὡσείθ’ ὑπὸ νεβροῦ;
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἀθάνατοι; τί νύ μ’ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 δύσμορος, ἥτ’ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἠδ’ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 τοῦ δ’ οὔτις γένετ’ ἄλλος ἀποτμότερος ζωόντων,
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἠέ τινος Κηρῶν ἢ Ἐρινύος αἰνὰ βέλεμνα,
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 μαινόμενος κατὰ οἶκον, ὃ δ’ ἔμπλεος ἔσκε φόνοιο.
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 βαλλομένους ὑπὸ πατρί, τὸ δ’ οὐδ’ ὄναρ ἤλυθεν ἄλλῳ.
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 μητέρ’ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ὡς δ’ ὄρνις δύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ὀλλυμένοις, οὕστ’ αἰνὸς ὄφις ἔτι νηπιάχοντας
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 θάμνοις ἐν πυκινοῖσι κατεσθίει· ἣ δὲ κατ’ αὐτοὺς
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 οὐδ’ ἄρ’ ἔχει τέκνοισιν ἐπαρκέσαι· ἦ γάρ οἱ αὐτῇ
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
urn:cts:greekLit:tlg0035.tlg004.perseus-grc2 ὥς γ’ ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴ
1 / 5 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme