Thesauros Literature bucolic Αδώνιδος επιτάφιος

Αδώνιδος επιτάφιος

Αδώνιδος επιτάφιος Bion of Phlossa near Smyrna
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 Κύπριδι μὲν καλὸν εἶδος, ὅτε ζώεσκεν Ἄδωνις·
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 κάτθανε δ’ ἁ μορφὰ σὺν Ἀδώνιδι. τὰν Κύπριν αἰαῖ
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ὤρεα πάντα λέγοντι, καὶ αἱ δρύες αἲ τὸν Ἄδωνιν.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 καὶ ποταμοὶ κλαίουσι τὰ πένθεα τᾶς Ἀφροδίτας,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 καὶ παγαὶ τὸν Ἄδωνιν ἐν ὤρεσι δακρύοντι,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ἄνθεα δ’ ἐξ ὀδύνας ἐρυθαίνεται· ἁ δὲ Κυθήρα
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 πάντας ἀνὰ κναμώς, ἀνὰ πᾶν νάπος οἰκτρὸν ἀείδει
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 Ἀχὼ δ’ ἀντεβόασεν ἀπώλετο καλὸς Ἄδωνις.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 Κύπριδος αἰνὸν ἔρωτα τίς οὐκ ἔκλαυσεν ἂν αἰαῖ;
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ὡς ἴδεν, ὡς ἐνόησεν Ἀδώνιδος ἄσχετον ἕλκος,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ὡς ἴδε φοίνιον αἷμα μαραινομένῳ περὶ μηρῷ,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 πάχεας ἀμπετάσασα κινύρετο· ‘μεῖνον Ἄδωνι,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 δύσποτμε μεῖνον Ἄδωνι, πανύστατον ὥς σε κιχείω,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ὥς σε περιπτύξω καὶ χείλεα χείλεσι μίξω.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ἔγρεο τυτθὸν Ἄδωνι, τὸ δ’ αὖ πύματόν με φίλησον,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 τοσσοῦτόν με φίλησον, ὅσον ζώῃ τὸ φίλημα,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ἄχρις ἀποψύχῃς ἐς ἐμὸν στόμα κεἰς ἐμὸν ἧπαρ
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 πνεῦμα τεὸν ῥεύσῃ, τὸ δέ σευ γλυκὺ φίλτρον ἀμέλξω,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ἐκ δὲ πίω τὸν ἔρωτα, φίλημα δὲ τοῦτο φυλάξω
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ὡς αὐτὸν τὸν Ἄδωνιν, ἐπεὶ σύ με δύσμορε φεύγεις,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 φεύγεις μακρὸν Ἄδωνι, καὶ ἔρχεαι εἰς Ἀχέροντα
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον, ἁ δὲ τάλαινα
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν· ἐσσὶ γὰρ αὐτὰ
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ·
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 ἐμμὶ δ’ ἐγὼ πανάποτμος, ἔχω δ’ ἀκόρεστον ἀνίαν,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 καὶ κλαίω τὸν Ἄδωνιν, ὅ μοι θάνε, καί σε φοβεῦμαι.
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 θνᾴσκεις ὦ τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα,
urn:cts:greekLit:tlg0036.tlg001.perseus-grc2 χήρα δ’ ἁ Κυθέρεια, κενοὶ δ’ ἀνὰ δώματ’ Ἔρωτες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme