Thesauros Literature bucolic Μύρσων καὶ Λυκίδας

Μύρσων καὶ Λυκίδας

Μύρσων καὶ Λυκίδας Bion of Phlossa near Smyrna

ΜΥΡΣΩΝ ΚΑΙ ΛΥΚΙΔΑΣ

urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 Λῇς νύ τί μοι Λυκίδα Σικελὸν μέλος ἁδὺ λιγαίνειν,
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 ἱμερόεν γλυκύθυμον ἐρωτικόν, οἷον ὁ Κύκλωψ
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 ἄεισεν Πολύφαμος ἐπᾳονίᾳ Γαλατείᾳ;
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 κἠμοὶ συρίσδεν, Μύρσων, φίλον· ἀλλὰ τί μέλψω;
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 Σκύριον ὦ Λυκίδα ζαλώμενον ἁδὺν ἔρωτα,
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 λάθρια Πηλείδαο φιλάματα, λάθριον εὐνάν,
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 πῶς παῖς ἕσσατο φᾶρος, ὅπως δ’ ἐψεύσατο μορφὰν
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 κἠν κώραισιν ὅπως Λυκομηδίσιν ἁπαλέγοισα
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 ἠείδη κατὰ παστὸν Ἀχιλλέα Δηϊδάμεια.
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 Ἅρπασε τὰν Ἑλέναν πόθ’ ὁ βουκόλος, ἆγε δ’ ἐς Ἴδαν,
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 Οἰνώνᾳ κακὸν ἄλγος. ἐχώσατο δ’ ἁ Λακεδαίμων,
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 πάντα δὲ λαὸν ἄγειρεν Ἀχαϊκόν, οὐδέ τις Ἕλλην
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 οὔτε Μυκηναίων οὔτ’ Ἤλιδος οὔτε Λακώνων,
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 μεῖνεν ἑὸν κατὰ δῶμα φυγὼν δύστανον Ἄρηα.
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 λάνθανε δ’ ἐν κώραις Λυκομηδίσι μοῦνος Ἀχιλλεύς,
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 εἴρια δ’ ἀνθ’ ὅπλων ἐδιδάσκετο, καὶ χερὶ λευκᾷ
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 παρθενικὸν κόπον εἶχεν, ἐφαίνετο δ’ ἠΰτε κώρα·
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 καὶ γὰρ ἴσον τήναις θηλύνετο, καὶ τόσον ἄνθος
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 χιονέαις πόρφυρε παρηίσι, καὶ τὸ βάδισμα
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 παρθενικῆς ἐβάδιζε, κόμας δ’ ἐπύκαζε καλύπτρᾳ.
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 θυμὸν δ’ ἀνέρος εἶχε, καὶ ἀνέρος εἶχεν ἔρωτα·
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 ἐξ ἀοῦς δ’ ἐπὶ νύκτα παρίζετο Δηϊδαμείᾳ,
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 καὶ ποτὲ μὲν τήνας ἐφίλει χέρα, πολλάκι δ’ αὐτᾶς
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 στάμονα καλὸν ἄειρε, τὰ δαίδαλα δ’ ἄτρἰ ἐπῄνει·
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 ἤσθιε δ’ οὐκ ἄλλᾳ σὺν ὁμάλικι, πάντα δ’ ἐποίει
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 σπεύδων κοινὸν ἐς ὕπνον. ἔλεξέ νυ καὶ λόγον αὐτᾷ·
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 ἅλλαι μὲν κνώσσουσι σὺν ἀλλάλαισιν ἀδελφαί,
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 αὐτὰρ ἐγὼ μώνα, μώνα δὲ σὺ νύμφα καθεύδεις.
urn:cts:greekLit:tlg0036.tlg002.perseus-grc2 αἱ δύο παρθενικαὶ συνομάλικες, αἱ δύο καλαί·
1 / 2 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme