Thesauros Literature bucolic Fragmenta

Fragmenta

Fragmenta Bion of Phlossa near Smyrna
6 ἢν δ’ αὖτ’ ἐς τὸν Ἔρωτα καὶ ἐς Λυκίδαν τι μελίσδω,
6 καὶ τόκα μοι χαίροισα διὰ στόματος ῥέει αὐδά.

VII.

7 Οὐκ οἶδ᾽, οὐδ’ ἐπέοικεν ἃ μὴ μάθομες πονέεσθαι.
7 εἴ μοι καλὰ πέλει τὰ μελύδρια, καὶ τάδε μῶνα
7 κῦδος ἐμοὶ θήσοντι, τά μοι πάρος ὤπασε Μοῖρα·
7 εἰ δ’ οὐχ ἁδέα ταῦτα, τί μοι ποτὶ πλείονα μοχθεῖν;
7 εἰ μὲν γὰρ βιότω διπλόον χρόνον ἄμμιν ἔδωκεν
7 ἢ Κρονίδας ἢ Μοῖρα πολύτροπος, ὥστ’ ἀνύεσθαι
7 τὸν μὲν ἐς εὐφροσύναν καὶ χάρματα, τὸν δ’ ἐπὶ μόχθῳ,
7 ἦν τάχα μοχθήσαντί ποθ’ ὕστερον ἐσθλὰ δέχεσθαι.
7 εἰ δὲ θεοὶ κατένευσαν ἕνα χρόνον ἐς βίον ἐλθεῖν
7 ἀνθρώποις, καὶ τόνδε βραχὺν καὶ μείονα πάντων,
7 ἐς πόσον ἆ δειλοὶ καμάτως κεἰς ἔργα πονεῦμες,
7 ψυχὰν δ’ ἄχρι τίνος ποτὶ κέρδεα καὶ ποτὶ τέχνας
7 βάλλομες, ἱμείροντες ἀεὶ πολὺ πλείονος ὄλβω;
7 λαθόμεθ’ ἦ ἄρα πάντες, ὅτι θνατοὶ γενόμεσθα,
7 χὠς βραχὺν ἐκ Μοίρας λάχομες χρόνον;

VIII.

8 Ὄλβιοι οἱ φιλέοντες, ἐπὴν ἴσον ἀντεράωνται.
8 ὄλβιος ἦν Θησεὺς τῶ Πειριθόω παρεόντος,
8 εἰ καὶ ἀμειλίκτοιο κατήλυθεν εἰς Ἀΐδαο.
8 ὄλβιος ἦν χαλεποῖσιν ἐν Ἀξείνοισιν Ὀρέστας,
8 ὥνεκά οἱ ξυνὰς Πυλάδας ᾅρητο κελεύθως.
8 ἦν μάκαρ Αἰακίδας ἑτάρω ζώοντος Ἀχιλλεύς·
8 ὄλβιος ἦν θνᾴσκων, ὅτι οἱ μόρον αἰνὸν ἄμυνεν.

IX.

9 Ἕσπερε, τᾶς ἐρατᾶς χρύσεον φάος Ἀφρογενείας,
9 Ἕσπερε κυανέας ἱερὸν φίλε νυκτὸς ἄγαλμα,
9 τόσσον ἀφαυρότερος μήνας, ὅσον ἔξοχος ἄστρων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme