Thesauros Literature Comedy Ἀχαρνῆς

Ἀχαρνῆς

Ἀχαρνῆς Aristophanes

Parodos

[Choral]
αὐτόματα πάντʼ ἀγαθὰ τῷδέ γε πορίζεται.
Χορός
οὐδέποτʼ ἐγὼ Πόλεμον οἴκαδʼ ὑποδέξομαι,
 
οὐδὲ παρʼ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται
 
ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,
 
ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσας 980
 
ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει
 
κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου
 
πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν
 
τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,
 
ἐξέχει θʼ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων. 985
 
οὑτοσὶ δʼ ἐπτέρωταί τʼ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ,
 
τοῦ βίου δʼ ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν.
 
ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή,
 
ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρʼ ἐλάνθανες. 990
 
πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,
 
ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.
 
ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;
 
ἀλλά σε λαβὼν τρία δοκῶ γʼ ἂν ἔτι προσβαλεῖν·
 
πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν, 995
 
εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,
 
καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί,
 
καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ,
 
ὥστʼ ἀλείφεσθαί σʼ ἀπʼ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.
Κῆρυξ
ἀκούετε λεῴ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς 1000
 
πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δʼ ἂν ἐκπίῃ
 
πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.
Δικαιόπολις
ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;
 
τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;
 
ἀναβράττετʼ ἐξοπτᾶτε τρέπετʼ ἀφέλκετε 1005
 
τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.
← Önceki Parodos · 28 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme