Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Parodos

[Parabasis]
οὗτοι δʼ, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,
Χορός
τοῦτον δείλαιον κολετρῶσʼ ἀεὶ καὶ τὴν μητέρα.
 
Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν
 
ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,
 
προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχʼ, ἣν 555
 
Φρύνιχος πάλαι πεποίηχʼ, ἣν τὸ κῆτος ἤσθιεν.
 
εἶθʼ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
 
ἄλλοι τʼ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,
 
τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
 
ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω· 560
 
ἢν δʼ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθʼ εὑρήμασιν,
 
ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.
 
ὑψιμέδοντα μὲν θεῶν
 
Ζῆνα τύραννον ἐς χορὸν
 
πρῶτα μέγαν κικλήσκω· 565
 
τόν τε μεγασθενῆ τριαίνης ταμίαν,
 
γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν·
 
καὶ μεγαλώνυμον ἡμέτερον πατέρʼ
 
Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων· 570
 
τόν θʼ ἱππονώμαν, ὃς ὑπερλάμπροις
 
ἀκτῖσιν κατέχει
 
γῆς πέδον μέγας ἐν θεοῖς
 
ἐν θνητοῖσί τε δαίμων.
 
ὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε. 575
 
ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθʼ ἐναντίον·
 
πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν,
 
δαιμόνων ἡμῖν μόναις οὐ θύετʼ οὐδὲ σπένδετε,
 
αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος
 
μηδενὶ ξὺν νῷ, τότʼ ἢ βροντῶμεν ἢ ψακάζομεν. 580
 
εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα
← Önceki Parodos · 11 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme