Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Parodos

[Agon]
ῥηματίοισιν καινοῖς αὐτὸν
Ἄδικος Λόγος
καὶ διανοίαις κατατοξεύσω.
 
τὸ τελευταῖον δʼ, ἢν ἀναγρύζῃ, 945
 
τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ
 
κεντούμενος ὥσπερ ὑπʼ ἀνθρηνῶν
 
ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
Χορός
νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισι
 
λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις, 950
 
ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται.
 
νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας, 955
 
ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.
 
ἀλλʼ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας,
 
ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ. 960
Δίκαιος Λόγος
λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,
 
ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνενόμιστο.
 
πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι·
 
εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ
 
τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι. 965
 
εἶτʼ αὖ προμαθεῖν ᾆσμʼ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,
 
ἢ Παλλάδα περσέπολιν δεινὰν ἢ τηλέπορόν τι βόαμα,
 
ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν.
 
εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπήν,
 
οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους, 970
 
ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.
 
ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι
 
τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·
 
εἶτʼ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαι 975
 
εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.
 
ἠλείψατο δʼ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότʼ ἄν, ὥστε
 
τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει·
← Önceki Parodos · 26 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme