Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Parodos

[Agon]
σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπαντα
Ἄδικος Λόγος
ἅνεστιν, ἡδονῶν θʼ ὅσων μέλλεις ἀποστερεῖσθαι,
 
παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν.
 
καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;
 
εἶεν. πάρειμʼ ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας. 1075
 
ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτʼ ἐλήφθης·
 
ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δʼ ὁμιλῶν
 
χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.
 
μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδʼ ἀντερεῖς πρὸς αὐτόν,
 
ὡς οὐδὲν ἠδίκηκας· εἶτʼ ἐς τὸν Δίʼ ἐπανενεγκεῖν, 1080
 
κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν·
 
καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;
Δίκαιος Λόγος
τί δʼ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ,
 
ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;
Ἄδικος Λόγος
ἢν δʼ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν; 1085
Δίκαιος Λόγος
τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;
Ἄδικος Λόγος
τί δῆτʼ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;
Δίκαιος Λόγος
σιγήσομαι. τί δʼ ἄλλο;
Ἄδικος Λόγος
φέρε δή μοι φράσον·
 
συνηγοροῦσιν ἐκ τίνων;
Δίκαιος Λόγος
ἐξ εὐρυπρώκτων. 1090
Ἄδικος Λόγος
πείθομαι. 1090
 
τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων;
Δίκαιος Λόγος
ἐξ εὐρυπρώκτων.
Ἄδικος Λόγος
εὖ λέγεις.
 
δημηγοροῦσι δʼ ἐκ τίνων;
Δίκαιος Λόγος
ἐξ εὐρυπρώκτων.
Ἄδικος Λόγος
ἆρα δῆτʼ
 
ἔγνωκας ὡς οὐδὲν λέγεις; 1095
 
καὶ τῶν θεατῶν ὁπότεροι
← Önceki Parodos · 30 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme